Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.54 Joseph. AJ 2.58 (English) >>Joseph. AJ 2.63

2.56ὃς οὔθʼ οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθʼ ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλʼ ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτʼ ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας· ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν. 2.57τοιοῦτον δʼ ἄρα τὸ παρʼ ἀξίαν αὐτὸν καὶ παρʼ ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων 2.58οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.” παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτʼ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθʼ οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, 2.59δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δʼ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν. 2.60

Ἰώσηπος μὲν οὖν πάντʼ ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτʼ εἰς ἀπολογίαν οὔτʼ ἐπʼ ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.54 Joseph. AJ 2.58 (English) >>Joseph. AJ 2.63

Powered by PhiloLogic